# Synopsis Scripturae Sacrae [Sp.] 151.5-15

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 151.5 to 151.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/151.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/151.5

Εἶτα Ἄμώς, οὓ ἡ ἀρχή· Λόγοι Ἄμώς, οἱ ἐγένοντο ἐν Ἀχχαρεὶμ, ἐκ Θεκουέ. οὓς εἶδεν ὑπὲρ Ἱερουσαλήμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοάμ τοῦ Ἰωάς, βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. » Μιχαίας, οὓ ἡ ἀρχή· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ ἐν ἡμέραις Ἰωαθὰμ, καὶ Ἀχάζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. » Ἰωήλ, οὓ ἡ ἀρχή· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουὴλ. Ἀκούσατε δὴ ταῦτα πάντα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. » Ἄβδίου (69), οὓ ἡ ἀρχή· Ὀρασις Ἄβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. » Ἰωνᾶς, οὓ ἡ ἀρχή· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἄμαθὶ, λέγων· Ἀνάστηθι καὶ πορεύσθητι εἰς Νινευὶ (70) τὴν πόλιν τὴν μεγάλην. » Ναοὺμ, οὓ ἡ ἀρχή· Λήμμα Νινευὶ. Βιβλίον ὁράσεως Ναοὺμ τοῦ ἐν Ἐλχεςαὶ. » Ἄμβακούμ, οὓ ἡ ἀρχή· Τὸ λήμμα ὃ εἶδεν Ἄμβακοὺμ ὁ προφήτης. » Σοφωνίας, οὓ ἡ ἀρχή· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφωνίαν τὸν τοῦ Χούς (71), υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἄμώς βασιλέως Ἰούδα. » Ἄγγαιος, οὓ ἡ ἀρχή· Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἄγγαίου προφήτου λέγων. » Ζαχαρίας, οὓ ἡ ἀρχή· Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἄδδὸ τοῦ προφήτην, λέγων. » Μαλαχίας, οὓ ἡ ἀρχή· Λήμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ. » Οὗτοι μὲν οὖν οἱ δώδεκα εἷς ἐν βιβλίον. Ἔξης δὲ ἑτεροὶ τέσσαρες, πρὸς ἐν ἕκαστος βιβλίον, οὗτοι·

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
