# Synopsis Scripturae Sacrae [Sp.] 163.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 163.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/163.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/163.1

ἡκανεδώθ, βασιλέα Ἰωκώμ τοῦ Χαρμὲλ (2), βασιλέα βασιλέα Θερσά. A ὁροῦς. Καταπολεμήσας δὲ τοὺς Ἀμορραίους καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ τὴν γῆν πᾶσαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κγ', ἐτελεύτησε δὲ ἐτῶν ρ'. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν, Ἐλεαζάρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ κατὰ φυλὴν εἰς φυλῆς Ἰούδα Χαλεβ· τῆς Συμεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδὰδ· τῆς Δὰν Βαχχείρ· τῆς Μανασσὴ Ἀνιήλ· τῆς Ἐφραὶμ Καμουήλ· τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσὰχὰρ Φειτιήλ· τῆς Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλὶμ Φαθαβὲλ. Καὶ τοὺς μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνὼν ἕως τοῦ ὄρους Ἀερμῶν, καὶ πᾶσαν τὴν γῆν Ἀρράβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι λέγει : Σηὼν βασιλέα τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβὼν χωριεύων· καὶ Ὦγ βασιλέα τῆς Βάσαν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραεὶμ (99), ἄρχων ἀπὸ ὄρους Ἀερμῶν ἕως ὁρίων Γέργεσα καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων ἀναρθεόντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ Ῥουβίμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ. Τοῦ δὲ βασιλεῖς πάλιν τῶν Ἀμορραίων, οὓς ἀνείλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ οἱ υἱοὶ Ἰσραὴλ μετὰ τὴν πέρασιν τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελχά, ἀναβαινόντων εἰς Σειρ, τούτους εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμορραῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἰεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαῖ, ἥ ἐστι πλησίον Βαιθὲλ, βασιλέα Ἱερουσαλήμ, βασιλέα Χεβρὼν, βασιλέα Ἰεριμούθ, βασιλέα Λαγείς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζῆρ, βασιλέα Δαδεῖρ, βασιλέα Γισα, βασιλέα Ἀερμιά, βασιλέα Αἰριώ, βασιλέα Ἀριώθ (1), βασιλέα Λοδνὲ, βασιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφούθ, βασιλέα Ὀφῆρ, βασιλέα Ὀφχὰ τῆς Ἀριώθ (1'), βασιλέα Ἀνίω, βασιλέα Σομοών, βασιλέα Μαμβρόθ, βασιλέα Ζεῖρ, βασιλέα Κάδης, βασιλέα Ζαὰχ, βασιλέα Ἐδδῶρ τοῦ Φενεδαώρ, βασιλέα Γειδ τῆς Γαλιλαίας,

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
