# Synopsis Scripturae Sacrae [Sp.] 164.1-34

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 164.1 to 164.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/164.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/164.1

Ετη σγ´· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη π´· μετὰ Α τούτων Ταμεγάρ (5), υἱὸς Δινάχ· οὗτος ἐπάταξεν ἐξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος α´. Μετ´ αὐτὸν Βαράχ, υἱὸς Ἀβινέχ (6). Οὗτος ἐπολέμησεν Ἰαβὶν καὶ τὸν Σίσαρα, θλίψας τὸν Ἰσραὴλ ἔτη κ´. Τὸν μὲν οὖν Σίσαρα ἀπέκτεινεν Ἰαήλ, γυνὴ Καθὴρ τοῦ Κινάτου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ ἔτη μ´. Μετ´ αὐτὸν Γεδεών· αὐτὸς ἐστιν Ἰεροβαάλ. Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὀρβή, καὶ Ζαβὲλ, καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τὸν τε πύργον Φανουήλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἡλὼ- θισεν ἐν ταῖς ἀνάθαις, θλίψας τὸν Ἰσραὴλ ἔτη ζ´. Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μ´. Μετὰ τοῦτον Ἀβιμελῆχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς μὲ τῶν ἐλευθέρων, σ´ ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἰς ἐξ αὐτῶν Ἰω- θάμ. Ἄλλὰ καὶ Ἀβιμελῆχ γέγονε μετὰ τῶν αὐτῷ συνοικούντων ὡς πύρ ἀπὸ ῥάμνου· πολλοὺς τε ἀποκτείνας, ἀπέθανε καὶ αὐτὸς βεβληὼς γυναικὸς ἀπὸ τοῦ τείχους ἐπ´ αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ ἦρξεν ἔτη τρία. Μετ´ αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς πατραδέλφου Ἀβιμελῆχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγ´. Μετ´ αὐτὸν Ἰαείρ ὁ Γαλααδῖτης ἔτη κθ´. Μετ´ αὐτὸν Ἰεφθὰ ὁ Γαλααδῖτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμανῖτας καὶ τοὺς Φυλιστιείμ, θλίψας τὸν Ἰσραὴλ ἔτη ιη´. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαν- τήσασαν τῇ θυγατέρι, ἡξίωσεν πρότερον συγγυρη- θῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕτως αὐτὴ ἀνενηχὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν λαὸν ἔτη εξ´. Μετ´ αὐτὸν Ἀβασὰν ἀπὸ Βηλεὲμ τῆς ἐπτά. Μετ´ αὐτὸν Ἀθλὼν ὁ Ζαβουλωνῖτης ἔτη ι´. Μετ´ αὐτὸν Λαβδὼν (7), ὁ Φαραθωνῖτης ἔτη η´. Μετ´ αὐτὸν Σαμψὼν ἀπὸ Δὰν· οὗτος ἐπάταξε τοὺς Φυλιστιείμ ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὐθὶς κλαπᾶς,

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
