# Synopsis Scripturae Sacrae [Sp.] 165.2

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 165.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/165.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/165.2

14. Ἐν δὲ τῇ δευτέρᾳ μάλων Δαβὶδ διεδέξατο τὴν βασιλείαν· Καὶ κατ᾽ ἀρχὰς μὲν ὁ υἱὸς Σαοὺλ Μεριφδοσεθ (8) ἐζήλουνεἶχε, θέλων βασιλεύειν· ὑστερον δὲ πάντες προσετέθησαν τῷ Δαβὶδ. Πάντας δὲ τοὺς πολέμους περιεγένετο Δαβὶδ. Τὴν μὲν τοῦ Οὐρίου γυναῖκα τὴν Βρσασαὲδ ἐλάβεν. Ὁ δὲ υἱὸς αὐτοῦ Ἀβεσαλὼμ ἐδίωξεν αὐτόν, καὶ μετ᾽ οὐ πολὺ συστάντος πολέμου, ἀφῃρέθη ὁ Ἀβεσαλὼμ. Εἶτα τὸν λαὸν ἀριθμήσας, κεκίνηκεν ὀργὴν θείαν κατ᾽ ἑαυτοῦ. Ἀλλὰ μετὰ ταῦτα, παρακληθέντος τοῦ Θεοῦ, ἡ ὀργὴ ἐπαύθη. Καὶ εἰς τοῦτο λήγει καὶ τὸ δεύτερον βιβλίον τῶν Βασιλέων, γηράσαντος τοῦ Δαβὶδ. Δυνατοὺς δὲ ὑφ᾽ ἑαυτὸν ἔσχε ὁ Δαβὶδ, μεγάλους μὲν καὶ πολλούς, ὥστε τὸν μὲν μικρότερον αὐτῶν πρὸς ἑκατὸν ποιεῖν, τὸν δὲ μέγαν αὐτῶν πρὸς χιλίους. Ἔστι δὲ τινων αὐτῶν τὰ ὀνόματα καὶ ἡ πράξεις· Σδοβχαὶ ὁ Ἀστωθὶ (9)· οὗτος ἐπάταξεν τὸν Σὲρ, τὸν τοῦ Ῥαφz, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἐλεανάν, υἱὸς Ἀριωργὶ ὁ Βηθλεεμὴτης· οὗτος ἐπάταξε Γολιάθ τὸν Χεταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος, ὡς ἀντίον ὑφαίνοντων. Ἦν δὲ καὶ οὗτος υἱὸς τοῦ Ῥαφz. Ἰωνάθαν υἱὸς Σεμεσελ, ἀδελφοῦ Δαβὶδ· οὗτος ἐπάταξεν ἀνδρίσκαντα τῷ Ἰσραὴλ ἄνδρα ἐκ Ῥαμεδὼν, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἐξ, υἱὸν ὄντα καὶ αὐτὸν τοῦ Ῥαφz, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἀδίνων ὁ Ἀσωναῖος· οὗτος ἐπάτω τὴν δορφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάμαξ. Ἰεσσαϊβαδὲ υἱὸς Ἀχαμανὴ· καὶ οὗτος ἐπάτω τὴν δορφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. Ἐλεανάν υἱὸς Σωσὴ· οὗτος, συναχθέντων τῶν ἀλλοφύλων, μόνος ἤλατο ἐπ᾽ αὐτούς, καὶ αὐτοὺς μὲν ἀνῆρει, ὥστε τὸ δόρυ ἐμπαγῆναι τῇ χειρὶ αὐτοῦ· ὁ δὲ λαὸς ὀπίσω αὐτοῦ ἐσκήλευε. Μαφz υἱὸς Ἀσz, ὁ Σαρουχαῖος· οὗτος ἐπελθόντων τῶν ἀλλοφύλων, καὶ βουλομένων ἀρπάζειν τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη ὄνσαν ρακῆς, τοῦ τε λαοῦ φυγόντος, μόνος ἔστη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὸν δὲ μερίδα τοῦ ἀγροῦ ἐφυλάξεν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
