# Synopsis Scripturae Sacrae [Sp.] 166.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 166.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/166.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/166.1

Ἐλεάζρ, υἱὸς Δωδεθαργυνί· καὶ οὗτος, μερίδος οὐσῆς· χριθῶν, καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἐσώσε. Τρεῖς δὲ δυνατοὶ ἀπὸ τῶν τριάκοντα ἦσαν μετὰ τοῦ Δαβὶδ, καὶ τῶν ἀλλοφύλων κυκλωσάντων τὴν Βηθλέεμ, τοῦ δὲ Δαβὶδ ἐπιθυμησαντος πιεῖν ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλέεμ, διέβησαν οἱ τρεῖς, καὶ διαρρήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ λάκκου, καὶ ἤνεγχαν ὕδωρ τῷ Δαβὶδ. Θαυμάσας δὲ ὁ Δαβὶδ τὴν δύναμιν αὐτῶν, τὸ μὲν ὕδωρ ἐδέξατο, πιεῖν δὲ οὐκ ἐθέλησεν· ἀλλ’ ἐσπείσεν αὐτῷ τῷ Κυρίῳ λέγων· “ Ἱεῶς μοι, Κύριε, τοῦτο ποιῆσαι· εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ταῖς ψυχαῖς αὐτῶν πίομαι; · Βανέας, υἱὸς Ἰωβὰδ, πολλὰ μὲν καλὰ ἔργα δυνατὰ· ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀρίηλ τοῦ Μωάβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον, ἐπάταξε τὸν λέοντα. Οὗτος ἐπάταξε καὶ ἄνδρα δυνατὸν Αἰγύπτιον πεντάπυχον ὄντα, καὶ ἔχοντα δόρυ ὡς ξύλον διαχάθρας· ἀρπάσας γὰρ ἀπ’ αὐτοῦ τὸ δόρυ μετ’ αὐτοῦ τοῦτον ἀπέκτεινεν. Ἀβισαῖ ἀδελφὸς Ἰωάβ, υἱὸς Σαρούας τῆς ἀδελφῆς Δαβὶδ. Ἀρχὼν μὲν ἦν καὶ αὐτὸς ἐν τοῖς προειρημένοις τρισίν· αὐτὸς δὲ ἐπάταξε τραυματίας τριάκοντα δόρατι ἐν καιρῷ τινι, καὶ ἔτρεχεν ὡς δορὰξ ἐν τοῖς ὄρεσι. Καὶ πάλιν αὐτὸς ἐπάταξεν καὶ ἐθανάτωσε τὸν Ἑσβιὲν, θέλοντα ἀναφῆσαι τὸν Δαβὶδ. Ἦν δὲ ὁ Ἑσβιὲν ἔχωνος τοῦ Ῥαφά· δόρυ δὲ εἶχε σταθμοῦ ὀλκῆς χαλκοῦ τριάκοντα σίκλων, καὶ περιεσχημένος ἦν χορδὴν. Οὗτοι μὲν οὖν μεγάλοι Δαβὶδ μυριάδας τριάκοντα τέσσαρας καὶ διακοσίους.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
