# Synopsis Scripturae Sacrae [Sp.] 167.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 167.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/167.1

A λίθων τίμιον, καὶ θύσματα ἀμύθητα. Μετὰ δὲ θάνατον Σαλωμῶνος, διεδέξατο ὁ υἱὸς αὐτοῦ Ῥοβόαμ τὴν βασιλείαν· καὶ ἐπ’ αὐτῷ ἐσχίζθη ἡ ἀρχή· καὶ δέκα μὲν φυλαὶ ἀπήλθον εἰς Σαμαρείαν· δύο δὲ ἔμειναν ἐν Ἱερουσαλήμ, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Εἰσὶν οὖν τὰ ἐμπεριεχόμενα τούτῳ τῷ τρίτῳ βιβλίῳ πράξεις, καὶ ἔτη βασιλέων τούτων· Σαλωμῶνος βασιλέως πάντων ὁμῶ. Μετὰ δὲ τὴν διαίρεσιν τῆς βασιλείας, ὡς εἴρηται, τῶν μὲν ἐν Ἰουδαῖ βασιλεύσων τῶν δύο φυλῶν, Ῥοβόαμ, Ἀβίου, Ἀσά, καὶ Ἰωσαφάθ· τῶν δὲ ἐν Σαμαρείᾳ βασιλέων τῶν δέκα φυλῶν, Ἰεροβόαμ, Ναβαάθ, Βαασά, Ἠλάν, Ζαμβερί, καὶ Ἀχαάβ. Καὶ περὶ προφητῶν δὲ διαλαμβάνει τούτων· Ναβάν, καὶ Γαδ, καὶ Ἀχία τοῦ Σηλανίτου, καὶ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδέρ, καὶ τοῦ πατάξαντος αὐτόν, καὶ ἐλέξαντος τὸν Ἀχαὰβ· καὶ ὅτι ἦσαν υἱοὶ τῶν προφητῶν καθ’ ἑαυτοὺς ἀναχωροῦντες. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς Ἠλίας προεφήτευσε, καὶ οὐκ ἔβρεξεν ἔτη τρία, καὶ ὅτι οἱ κόρακες ἔφερον αὐτῷ διὰ ῥήματα Κυρίου πρωΐας μὲν ἄρτους, δελῆν δὲ κρέα. Ἐν τε τῇ Σαρεφθᾷ τῆς Σιδωνίας πεποίηκε διὰ ῥήματα Κυρίου μὴ ἐκλείπειν τῆς χύρας τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν καμψάχην τοῦ ἐλαίου μὴ ἐλαττονθῆναι. Καὶ τὸν μὲν υἱὸν αὐτῆς ἀποθανόντα ἠγείρεν εὐξάμενος· τοὺς δὲ προφῆτας τοῦ Βάαλ ἐποίησεν ἀναιρεθῆναι, ὄντας τὸν ἀριθμὸν υν. Καὶ τὴν μιλωτὴν δὲ ἐπάταξε τὸν Ἰορδάνην, καὶ διηρῆθη ἔνθα καὶ ἔνθα τὸ ὕδωρ, καὶ διέβη τῷ ποδὶ τὸν ποταμόν. Λήγει δὲ ἡ βίβλος αὕτη εἰς τὸν θάνατον τοῦ Ἀχαὰβ βασιλέως Ἰσραήλ, καὶ εἰς τὸν θάνατον Ἰωσαφάτ βασιλέως Ἰούδα, καὶ εἰς τὴν ἀρχὴν βασιλείας Ὀχοζίου υἱοῦ Ἀχαὰβ, καὶ εἰς τὴν ἀρχὴν Ἰωρὰμ υἱοῦ Ἰωσαφάτ βασιλέως Ἰούδα.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
