# Synopsis Scripturae Sacrae [Sp.] 167.2

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 167.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/167.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/167.2

# Βίβλος δʹ, Βασιλέων. 16. Ἐν δὲ τῇ τετάρτῃ βίβλῳ ἐστι, πῶς οἱ δύο πεντηκόνταρχοι τοῦ Ὀχοζίου πυρὶ ἀνηλώθησαν διὰ ῥήματα Ἠλίου τοῦ προφήτου, καὶ ὅτι ἀνελήφθη Ἠλίας, καὶ ἐπανεπαύσατο ἐπὶ Ἐλισσαὶ τὸ πνεῦμα Ἠλίου, καὶ γέγονεν αὐτῷ διπλὰ ἐν πνεύματι· καὶ πῶς ὁ Ἠλισσαῖος τὸν μὲν υἱὸν τῆς Σουναμίτιδος ἀποθανόντα ἤγειρεν εὐξάμενος, τὸν δὲ Νεαμάν τὸν Σύρον ἐκαθάρισε ἀπὸ τῆς λέπρας, τῆς τε γυναικὸς τοῦ προφήτου πεπλήρωκε τὰ ἄγγεια ἐλαίῳ ἐν λόγῳ Κυρίου, καὶ ἐπὶ τὰ ὀστᾶ αὐτοῦ μετὰ θάνατον ἐρρίφθ νεκρὸς μονόζωνος, καὶ ὡς ἤφαιτο τῶν ὀστέων τοῦ προφήτου, ἀνέζησε· καὶ τὴν μιλωτὴν Ἠλίου ἐπάταξε τὸν Ἰορδάνην, καὶ διηρῆθη ἔνθεν καὶ ἔνθεν τὸ ὕδωρ, καὶ διέβη πεζὴ καὶ αὐτός. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ πῶς ὁ μὲν Σενναχρειμ καὶ Ῥαψάχες, πολλὰ βλασφημήσαντες, ἐδιώχθησαν καὶ χιλιάδες ἀνδρῶν αὐτῶν ῥτεʹ ἐν μιᾷ νυκτί. Ὁ δὲ βασιλεὺς Ἰωσίας καθείλε πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ πεποίηκε τὸ Πάσχα, ὡς γέγραπται νομίμως. Περιέχει δὲ ἡ βίβλος καὶ πράξεις βασιλέων καὶ ἔτη· τῶν μὲν ἐν Ἰουδαῖᾳ Ἰωρὰμ, καὶ Ὀχοζίου καὶ Ἰωὰς καὶ Ἀμασσία, καὶ Ὀζίου, καὶ Ἰωάθαν, καὶ Ἀχαζ, καὶ Ἐζεκίου, καὶ Μανασσή, καὶ Ἀμώς, καὶ Ἰωσία, καὶ

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
