# Synopsis Scripturae Sacrae [Sp.] 172.2

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 172.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/172.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/172.2

B Βιβλίον ε', "Ἐσδρας α' καὶ β'. C 20. Ταῦτα τὰ δύο βιβλία παρ' αὐτοῦ ἐκεῖνοι συνεγράψαν, οἵ καὶ τὴν ἐπιγραφὴν ἐπιφέρουσι. Οὕτως γὰρ Ἔσδρας, ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξήγησεν τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραήλ, τὴν ἀπὸ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ διαλαμβάνει, ὅπως γέγονε τὰ τῆς ἐπανόδου ἐν χειρὶ Ἠγοῦ τοῦ Ἰωσέδεκ, καὶ Ἔσδρα, καὶ Ζοροβάβελ, καὶ Νεεμια εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὐτῆς· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἔκρισαν ἐν προβλήματι, τεθεῖσης ἐπαγγελίας αὐτῶσι τὸν νικῶντα, ὅπερ ἂν ἐθέλησῃ παρὰ τοῦ βασιλέως. Τοῦ τούτων ἑνὸς εἰπόντος νικᾶν τὸν οἶνον, τοῦ δὲ ἑτέρου εἰρηκότος νικᾶν τὸν βασιλέα, ὁ Ζοροβάβελ διετείνετο νικᾶν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἠξίουσαν αὐτῷ σθασθαι· ὁ βούλεται, ἠξίωσεν αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ. Καὶ γέγονεν ὡς ἠξίωσε· καὶ ἀφέθη ἡ αἰχμαλωσία. Τότες γὰρ ἐπληρώθη καὶ τὰ ἐξήκοντα ἔτη τῆς ὀργῆς. Εἰσὶ δὲ οἱ ἀναδόντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευιταὶ πάντες ὁμοῦ τὸν ἀριθμὸν μυριάδας τέσσαρας καὶ διαχίλιοι καὶ τριακόσιοι καὶ ἑξήκοντα· παῖδες δὲ αὐτῶν καὶ παιδίσκαι, ζ,λδ'· οἱ ἄδοντες σμε'· κάμηλοι υλε'· ὄνοι ζ,ηκ'. Καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἠγοῦς ὁ τοῦ Ἰωσέδεκ, καὶ Νεεμίας· ὁ δὲ Ἔσδρας, εἰρηκὼς ὢν ἐν τῷ νόμῳ, αὐτὸς προεκόμισε τὸν νόμον καὶ ἀνέγνω, καὶ διετύπωσεν πάντα τὰ κατὰ τὸ ἱερὸν καὶ τοὺς Λευιτας αὐτὸς ἐδειξεν ἐκ τοῦ νόμου, καὶ ἐποίησεν ἐκκλησίου τὰς ἀλλογενεῖς γυναῖκας ἀπὸ τῶν λαβόντων αὐτὰς ἐν καιρῷ τῆς αἰχμαλωσίας. Ἐξέβαλον γὰρ πάντες καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησαν τὸ Πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
