# Synopsis Scripturae Sacrae [Sp.] 174.1.1-16

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 174.1.1 to 174.1.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/174.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/174.1.1

κυμβέλιοι· χαλκοῖς· ἀναφωνοῦντες εἰς τὸ ἀκουσθῆναι πᾶσι· Ζαχαρίας δὲ καὶ Ὀζιὴλ Σαμεραμωθίθ, Ἠλωνί, Ἐλιδὲ Μασίας, Βαναίας, οἱ τοῦ Ἰδοθίου, ἐν νάθλαις καὶ ψαλτηρίῳ· ὁ δὲ Ματθαίας, καὶ Ἐμφανίας, καὶ Μαχαίας, καὶ Ἀβδεδώμ, καὶ Ἠεὶλ, καὶ Ὀζίας ὁ τοῦ Αἰμάν, ἐν κινύραις καὶ κιθάραις· καὶ Μασσὲ δὲ, καὶ Ἀγγαεὸς, καὶ Ζαχαρίας, καὶ Βανέ, καὶ Ἐλιέζερ, οἱ ἱερεῖς, σάλπιγγοντες ταῖς σάλπιγγι· καὶ λοιποὺς, οἵς ἐγραψαν καὶ οὗτοι, ψαλμοὺς, τῷ Πνεύματι τῷ ἁγίῳ κινουμένοι, καὶ τούτους ὁ Ἔσδρας λαβὼν, τοῖς τοῦ Δαβὶδ ψαλμοῖς συνερρίθμησε, καὶ πάντων ἅμα συνθείς, μίαν ταύτην βίβλον Ψαλμῶν ἐποίησεν, ὡς προείρηται. Διααιρετὸν οὖν οὕτω περὶ τούτων σαφῶς. Ἴδιοι μὲν γὰρ εἰσὶν αὐτοῦ τοῦ Δαβὶδ, ὅσοι καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσι, Τοῦ Δαβὶδ, οὕτινες ὑπάρχουσιν οὕτοι· κε', κζ', κζ', λζ', ρνα'. Οἱ δὲ παρὰ τῶν ἄλλων μὲν συντεθέντες, ἀνατεθέντες δὲ αὐτῷ τῷ Δαβὶδ, εἰσὶ πάλιν ὅσοι καὶ τὴν ἐπιγραφὴν ὁμοίως ἔχουσι, « τῷ Δαβὶδ, » οὕτινες, ὑπάρχουσιν οὕδε· γ', δ, ε', ζ', ζ', η', θ', ι', ια', ιβ', ιγ', ιδ', ιε', ιζ', ιη', ιθ', ιχ', κα', κβ', κγ', κδ', κη', κθ', λ', λα', λβ', λγ', λδ', λε', λζ', λθ', μ', μα', μβ', ν', να', νβ', νδ', νε', νε', νζ', νη', νθ', ξ, ξβ', ξγ', ξδ', ξζ', ξη', ξθ', σ', πε', λ', λβ', λγ', λδ', λε', λζ', λθ', λη', ρ', ρβ', ργ', ρδ', ρη', ρθ', ρλας', ρλζ', ρλη', ρλθ', ρμ', ρμγ', ρμβ'. Πάλιν δὲ τούτων τῶν ἔχοντων ἐπιγραφὴν, « Τῷ Δαβὶδ, » οἱ μὲν εἰσὶν ἐπιγραφόμενοι καὶ, « Εἰς τέλος, » οἱ δὲ μόνον, « Ψαλμός. » Καὶ οἱ μὲν ἔχοντες ἐπιγραφὴν, « Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ, » εἰσὶν οὕτοι· δ', ε', ζ', η', θ', ι', ια', ιβ', ιγ', ιη', ιθ', χ', κα', χθ', λ', λθ', μ', ν', ξβ', ξζ', ρη', ρλη', ρλθ'. Οἱ ἔχοντες ἐπιγραφὴν μόνον, « Τῷ Δαβὶδ, » χωρὶς τοῦ, « Εἰς τέλος, » εἰσὶν οὕτοι·

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
