# Synopsis Scripturae Sacrae [Sp.] 177.4

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 177.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/177.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/177.4

Βιβλίον ιδ', Παροιμίαι Σολομώντος. 22. Σαλωμὼν υἱὸς Δαβὶδ, διαδεξάμενος τὴν βασιλείαν τοῦ πατρὸς, ἠξίωτο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἔκδικαν ἐχθρῶν. Λαβὼν τοῦτον καὶ γενόμενος σοφὸς ὑπὲρ πάντα τούς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμαστὸς ἐπὶ πᾶσιν οἷς ἐποίησε τε καὶ ἔλεγε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίους ψαλμὸς ἐλάλησε· καὶ ἐψευδολόγησε περὶ πάντων τῶν ἐν τῇ γῇ φυομένων καὶ ὅλων τῶν ζῴων. Συνέγραψε δὲ βιβλία, κανονιζόμενα μὲν τρία· ἔχουν τοῦτό τε τὸ καλουμένων Παροιμιῶν, καὶ τὴν Ἐκκλησιαστήν, καὶ τὸ Ἅσμα τῶν ᾀσμάτων· καὶ ἕτερον δὲ ἐκτὸς τούτων, μὴ κανονιζόμενον, ὡς προείρηται, ὅπερ ὀνομάζεται Σοφία Σολομῶντος. Παροιμίαις δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ὧν ἕτερον μὲν τι αὐτῶν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλουσι. Τῶν δὲ τοιούτων εἴδος εἰσὶν αἱ Παροιμίαι. Οὕτω γὰρ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε, τοῦ Χριστοῦ πολλὰ εἰρηκότος πρότερον ἐν κεκρυμμένῃ διανοίᾳ, ὑστέρον φασιν αὐτῷ· « Ἰδοὺ νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδὲ μίαν λέγεις, » ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιούτοί εἰσι, διὰ τοῦτο Παροιμίαις ἔγραψε τὸ βιβλίον. Ὁνομάσθη δὲ Παροιμία, ἐπειδὴ παρὰ τὰς ὁδοὺς ἐγράφοτο οἱ τοιούτοι λόγοι πρὸς διορθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς διαπορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοτο, ἐπεὶ μὴ πάντες ἐχῶν τούς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτως παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως (17)· ῥῆμα παράδιδον ἀπὸ τινὸς ἑνὸς εἰς πολλά

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
