# Synopsis Scripturae Sacrae [Sp.] 178.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 178.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/178.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/178.1

μυλλλαμβάνοντων. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφὰς λόγων, δικαιοσύνης ἀληθῶς νόησις, χρήματα κατευθύνειν, καὶ ἐπαγγελεῖν τὸ γινώσκειν ἐκ τούτων παραβολάς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας· ἐπειδὴ καὶ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσιν παιδείαν ἔχειν. Διὰ τοῦτο οὖτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμοιότητι τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν τις ἐμπίπτῃ. Καὶ γὰρ Ἕλληνες μὲν οἴεσθαι τινες εἶναι, καὶ φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ, παιδεύεσθαι νομίζοντες, ἐξέστραψαν, καὶ ἀμαρτάνουσιν, ὄντες αὐτοκατακρίτοι. Τῶν δὲ θείων λόγων ὁ ἀκούσας σοφός, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπὶ τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἐκλιπὼς ἐπ’ αὐτῇ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος, ταχέως καὶ τὴν περὶ Θεοῦ γνῶσιν δέξεται. Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἕλλησιν οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον· οἱ δὲ καὶ εἰδώλοις αὐτὸν ὡμοίωσαν. Αἱρετικοὶ δὲ, καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεξήρρησαν. Διὰ τοῦτο οὖτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέχραστον αὐτοῦ· Δόξα Θεοῦ χρύπτει λόγον. Τὸ δὲ προνοητικὸν αὐτοῦ φησίν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοποῦσιν κακοὺς καὶ ἀγαθούς· καὶ πάλιν· Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος· καὶ, Δανειστὸς καὶ χρεωφειδὴς ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ὁ Κύριος ἀμφοτέρων· καὶ, Ἐνώπιον γὰρ εἰσὶ τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχὰς αὐτοῦ σκοπεῖ. Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· Θυσία βδέλυγμα Κυρίῳ· εὐχὰς δὲ κατευθυνόντων, δεκταὶ παρ’ αὐτοῦ· καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασφῆ Κύριος, ἔστησε δὲ ὁρίων χήρας. Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἀπλῶς, ἀλλ’ ὅτι διὰ τοῦ ἰδίου Λόγου καὶ σοφίας πάντα ποιεῖ· ὁ μάλιστα καὶ χαρακτήριζε τὸν ἀληθινὸν Θεόν, ὅτι Υἱοῦ Πατὴρ ἐστι, λέγει· γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ πάλιν· Κύριος ἐποίησε χώρας, καὶ ἀοιχίτους, καὶ ἄκρα οἰκουμένα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἠτοίμαζε τὸν οὐρανόν, συμπαρῆμην αὐτῷ, καὶ ὅτε ἀφώρισε τὸν ἐαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίησε τὰ ἄνω νέφη, ἡμῶν παρ’ αὐτῷ ἀρμόζουσα. Ἐγὼ ἡμῶν ἡ προσήγαμε, καὶ ἡμῶν δὲ εὐφραινομένη ἐν προσώπῳ αὐτοῦ. Στροφὰς λόγων εἴρηται· ἐπειδὴ στρέφωσι τὴς αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἑγκείμενον νοῦν· οἷα εἰσὶ· Διεσώθη ἀπὸ τοῦ καὶ ματος υἱὸς νοήσεως, ἀνεμόφορος· δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος· καὶ πάλιν· Ἐπιμελοῦ τῶν ἐν τῷ παδίῳ χλωρῶν, καὶ χερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινόν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
