# Synopsis Scripturae Sacrae [Sp.] 179.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 179.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/179.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/179.1

καὶ πάλιν · « Ἐὰν καθίσῃς δεῖπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοήσῃς νῦσι τὰ παρατιθεμένα σοι. » Καὶ τὰ ὁμοία τούτοις δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται · ἐπειδὴ τινες διαφόρως ἐξείληφασιν τὸ δικαίων, τῶν μὲν λεγόντων, δικαίον ἔστι τὸ ἀποδιδόναι ἅπερ ἔλαβες τὴς λυμάσται · τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὁρούς. Μὴ εἴπῃς γάρ, Ὀν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσωμαι δὲ αὐτὸν ἄ με τῄζησε. Διὰ τοῦτο οὖτος τὴν ἀληθὴ δικαιοσύνην διδάσκει, ὅτι τοῦτό ἐστι τὸ ἀληθὲς δικαίον, ἀποδιδόναι ἕκαστῶν τὸ ἴδιον. « Προηγούμενὸς μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνην. » Ἔπειτα · « Τίμα βασιλέα, καὶ τοὺς μὲν γονεῦσι τὸ καθῆκον ἀπόδιδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. » Καὶ οὗτος μὲν εἷς τύπος · δεύτερος δὲ δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα · ἀλλὰ τῷ μὲν λογικῷ · Μὴ σε κατελάλῃ βουλή κακή, ἡ ἀπολείπουσα διδασκάλων νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοὶ σου ἔστωσαν κρίματα · ὥστε χρῆναι ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθὴν · ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθή, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικόν · « Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φιλὴ δὲ ὁργίλῃ μὴ συννολίζου. Ὀλον γὰρ τὸν θυμὸν αὐτὸ ἐκφέρει σφρων · ὁ δὲ σοφὸς ταμειεύεται κατὰ μέρος. » Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, καὶ τὴν ἰδίαν ἕκαστου μέρους τῆς ψυχῆς πράξιν ὑγιὴ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθὴ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ προηγούμενὸς μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὡς φησι · « Ἀνοῖξον σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. Διάκρινε δὲ πτωχὴν καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, Δικαίος ἐστιν, ἐπικατάρατος λαός, καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. » Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ρητέον · Ἔπειτα δὲ ἵνα ὅπερ ἕτερους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἢ ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός · ἐπέχων δὲ, ἐὰν περισσέῃ ἡ ἐπιθυμία · διεγείρων δὲ, ἐὰν ἀφύπνοι τὸ λογιστικόν, λέγων · « Ἔως πότε, ὦκνηρέ, κατακείται; » Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατηγορὸς ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ’ ἑτέρου · « Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων, Μὴ μοιχεύσης, μοιχεύεις; » ὡςπερ γὰρ ὁ ὀδεύων καὶ κατευθύνων τὴν ὁδὸν, ἐβάνει εἰς τὸ τέλος · οὕτως ὁ κατευθύνων κρίματα δικαῖος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὡςπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὰ λεγόμενα καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησι · « Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραδάλωμαι αὐτήν; » ὡς τῶν κατὰ ὁμοιότητα λεγομένων παραβολὰς ὄνσης. Καὶ γὰρ λέγουν · « Ὁμοία ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, » ὅπερον ἐπέφερε ·

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
