# Synopsis Scripturae Sacrae [Sp.] 182.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 182.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/182.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/182.1

ὁ ἄρτος, καὶ γε οὐ τοῖς συντετοῖς ὁ πλοῦτος, καὶ γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσειται τοῖς πᾶσιν αὐτοῖς. Ἐν παντὶ γὰρ ἐστὶ βασιλεὺς τοῦ ἀγροῦ ἐργαζομένου. Καὶ γὰρ οὐδεὶς κύριός φησιν ἐν τούτοις τῆς ἑαυτοῦ βουλῆς. Ὅτι τίς ἄνθρωπος, ὃς ἐπλεύσειται ὅποιον τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; καὶ ὅτι οὐδὲν πλέον ἄνθρωπος ἐν τῷ βίῳ τούτῳ ἐξουσιάζοιτο, ἢ τοῦ ποιεῖν πονηρὸν καὶ ἀγαθόν, καὶ ἐτοιμάζειν εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ καὶ ὁ φάγεται καὶ πίεται, τοῦτο δόμα Θεοῦ ἐστιν. Ὦθεν εἰτε ζητήσεις ἐστι περὶ σοῦ, πῶς γέγονε τὰ φαινόμενα, εἰτε κτῆσις ἐστι χρημάτων, εἰτε τρυφὴ περιουσίας, πάντα ταῦτα ματαιότης ματαιοτήτων ἐστι, καὶ πλέον οὐδὲν ἡ περισεισία βουλῆς καὶ προαιρέσεως ἐπιχρήσεις. Ἐν δὲ τῷ λέγειν ταῦτα ματαιότητα, ἐμφαίνει μὲν τοὺς ἀνθρώπους τὸ αἰῶνιον. Διὸ καὶ πάντα ὑπερῆξ, παραίνει τῶν αἰωνίων μνημονεύειν, καὶ εἰδέναι τέλος ἔσεσθαι τοῦ κόσμου τούτου, ἐν τῷ λέγειν, ἀρχεῖν τὰς ἀληθούσας, « ἐν ἡμέρᾳ ἧ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διασ-τραφῶσιν ἄνδρες τὰς δυνάμεις, καὶ δρηγῶσαι αὶ ἀλήθουσαι. » Καὶ τὰ μετὰ τὸ τέλος δὲ ἐξηγήται. « Ὅτι σύμπαν τοῦ ποιήμα ὁ Θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθόν, καὶ ἐὰν πονηρόν. » Ἐκ δὲ τούτων δείκνυσιν, ὅτι ἄπερ ἔλεγε, ὁ Ματαίωτῆς ματαιοτήτων, οὐ τὴν κτίσιν διαβάλλων ἔφη, ἀλλ’ ὅτι, τὰ αἰώνια θεωρῶν, ἔλεγε τὴν τῶν προσκαιρῶν ἐπιθυμίαν εἶναι ματαιότητα. Καὶ κρίσιν δὲ διαδιδάσκων, σημαίνει τὴν ἀνάστασιν τῶν νεκρῶν, καὶ τῶν πράξεων ἀνταπόδοσιν. Ἐπειτα λέγων, « Ἡργησαν αὶ ἀλήθουσαι, » δείκνυσιν πάλιν μὴ εἶναι ματαίαν αὐτὴν τὴν κτίσιν, ἀλλὰ καὶ μᾶλλον διδᾶσκαλον πᾶσιν αὐτῇ οὖσαν εἰς εὐσέβειαν. Ἡ γὰρ τάξις αὐτῆς καὶ ἡ διακόσμησις διήγησις ἐστι περὶ τοῦ πεποιηκότος καὶ κτίσαντος αὐτήν, ἐν ἧ καὶ οἱ προφήται καὶ οἱ εὐαγγελισται, καὶ οἱ διδάσκαλοι εἰσιν, ὥσπερ ἀληθοντες ἐκάστῳ τροφὴν διὰ τῆς διδασκαλίας τὴν εἰς εὐσέβειαν γινῶσιν· οἳτινες ἀλήθοντες ἀργήσουσι λοιπὸν ἐν τῇ συντελείᾳ. Οὐχ ἔτι γὰρ ὡς ἀληθόντες διδάξουσιν αὐτοῦ, ἀλλ’ ἐκ τῶν πράξεων ἐκάστου ἡ κρίσις γίνεται.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
