# Synopsis Scripturae Sacrae [Sp.] 185.1.1-26

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 185.1.1 to 185.1.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/185.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/185.1.1

σου. » Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μετα-βολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πᾶθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων : « Ἐὰν μὴ γνῶς σαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἐξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. » Οὐ δύναται γὰρ τις γνῶναι Θεόν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ’ ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἔθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει : « Τί ἔθεσε ἐν τῇ Σουναμιτίδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; » Οὐ γὰρ ἐξ ἑνός, ἀλλ’ ἐκ παντὸς ἔθνους ἦλθον, ἀφέντες τὰς ἰδίας παρεμβολάς, καὶ συντρίψαντες τὰς μάχαι-ρας, καὶ λοιπὸν εἰρηναῖς φρονούντες. Ἡ ἐξ ἔθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὡσπερ μεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· « Μέλαινα εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρματα Σαλωμῶν. Μὴ βλέψατέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμι, ὅτι παρεδίσλε με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχάντο ἐν ἐμοί· Ἐθεντό με φυλάκισαν ἐν ἀμπελῶσι. « Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. » Μέλαινα εἰμι· ἀλλ’ ὑπ’ αὐτὸν τὸν ἥλιόν εἰμι. Εἰ γὰρ καὶ ἀκροβυστός εἰμι, φθην, ἀλλ’ ἀπεταξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὡσπερ καὶ ὁ Ἀβραάμ· ἑκείνης γὰρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο δέομαι, « Εἰσάγατέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπην, τηρησάτε με ἐν μύροις, στοιχάσατέ με ἐν ἡλίοις· ὅτι τετραμμένη ἀγάπης ἐγώ. » Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ’ ἐν ἀγάπῃ προσλάβετε με, ὦ νόμοι καὶ προφῆται. Καὶ εἰ δυσ-ωδὴς εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παιδεύσε, καὶ εὐωδία σου στήριξον· τέτραμαι γὰρ τῇ ἀγάπῃ. Καὶ διὰ τοῦτο, « Ὁρκίζω ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἕαν ἐγεί-ρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὐ θελήση.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
