# Synopsis Scripturae Sacrae [Sp.] 189.4

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 189.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/189.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/189.4

# 38 Βιβλίον ιθʹ. Ἠσαΐας υἱὸς Ἀμώς. Οὗτος καὶ Ἀσση, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχάζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, γέγονεν. Ὑπασιν δὲ ὡρακώς, προφητεύει κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε. Καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστὶν εὐαγγέλιον περὶ τῆς ἐνανδρώσεως τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἀνεδέξατο διʼ ἡμᾶς παθῶν. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα, κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς Ἀλλοφυλούς, κατὰ Δαμασκοῦ· ὄρασιν Αἰγύπτου, ὄραμα τῆς Ἰδουμαίας, ὄραμα τῆς φάλαγγος Σιὼν, ὄραμα Τύρου, ὄρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔξοδον Σενναχηρίμ, καὶ Ῥαψακίου τὴν διαβολιαν, τὴν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν. Καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνῄσκειν, εὐξάμενος, προσθήκην ἔσχε ζωῆς ἐτῶν ιεʹ. Προφητεύει δὲ καὶ εὐνοῦχοις, καὶ τοῖς ἔθνεσι, καὶ ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
