# Synopsis Scripturae Sacrae [Sp.] 189.6

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 189.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/189.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/189.6

# 39 Βιβλίον κʹ. Ἱερεμίας ὁ Χελκίου ἐκ τῶν ἱερέων. Οὗτος πάλιν καὶ Σοφονίας, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Παρέμεινε δὲ Ἱερεμίας ἕως Ἰωακεὶμ, καὶ ἕως ἐνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτόν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς αὐτόν. Καὶ πολλάκις δὲ ἐγένετο λόγος Κυρίου πρὸς αὐτόν, καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλήμ διὰ πολλῶν. Προφητεύει δὲ ἐπὶ Ἱερουσαλήμ, καὶ περὶ τῆς ἀδροχίας, καὶ ἐπὶ τὰ ἔθνη Ἀειλήμ, καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος τοῦ ἐκκαῦσαι τὴν γῆν Αἰγύπτου, καὶ ἐπὶ Βαβυλῶνα. Καὶ ὁ λόγος ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραϊᾷ υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμών, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς Αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωάβ, καὶ ἐπὶ Ἱερουσαλήμ καὶ Ἰούδαν, καὶ εἰς οἶκον Ἀχαβὶν, περὶ τῶν υἱῶν Ἀδὰδ, τοῖς τε Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν τῇ Αἰγύπτῳ, καὶ τοῖς καθημένοις ἐν Μαγδωλῷ, καὶ ἐν Τάφναις, καὶ ἐν τῇ Παιθοῦρης· πρὸς δὲ τὸν Βαροῦχ, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔρριψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθὼψ ἀνήγαγεν αὐτόν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
