# Synopsis Scripturae Sacrae [Sp.] 192.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 192.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/192.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/192.1

τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης τιμῆς ἀξιωθῆναι, καὶ τὸν Ἀμὰν ἑμπροσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἑσθὴρ, πρόφασιν εὑροῦσα, ἡξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τὸν βασιλέα λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἑσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικυπτὼν καὶ προσκυνοὺν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς, εἰσελθὼν, καὶ ἑωρακὼς τὸν Ἀμὰν ἀπτόμενον τῶν γονάτων τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσε τὸν μὲν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἡν ἐτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ᾿ αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες παρὰ τῶν Ἰουδαίων εἰσὶ μύριοι πεντακισχίλιοι· γέγονε δὲ ἑορτὴ διὰ τοῦτο αὐτοῖς, τῇ ιδ᾿ καὶ ιε᾿ ἐν τῷ μηνὶ τῷ ιβ᾿, ὅστις καλεῖται Ἀδερ. Ὀνομάζεται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φροῦρε. Διὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καλοῦσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν σωτηρίας αὐτῶν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
