# Synopsis Scripturae Sacrae [Sp.] 200.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 200.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/200.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/200.1

ἰζ,γεται Ματθαῖος γεγονέναι σημεῖα παρὰ τοῦ Χριστοῦ ταῦτα. Ὁ λεπρὸς ἐκαθαρίσθη· ὁ παὶς ἐκατοντάρχου μὴ παρόντος ἰάθη, μόνον εἰπόντος αὐτοῦ· ἡ πανθερὴ Πέτρου πυρετῶσῳσα ἰάθη· ψιλίας γενομένης, προσῆνγεν αὐτῷ δαιμονιζομένους, καὶ πακῶς ἔχοντας· καὶ τὰ μὲν πνεύματα ἐξέβαλε λόγῳ, τοὺς δὲ ἄλλους πάλιν ἐθεράπευσεν οὕτως. Γενεαλογεῖται Χριστός· εὐαγγελίζεται Ἰωσήφ· προσκυνοῦσι μάγοι· κατέρχεται εἰς Αἴγυπτον ὁ Χριστός· ἀναίρει τὰ παιδία Ἡρώδης, καὶ τελευτᾷ. Ἀνελθὼν ἀπὸ τῆς Αἰγύπτου κατοικεῖ εἰς Ναζαρέθ ὁ Χριστός. Ἔρχεται Ἰωάννης βαπτίζων, ἀποστρέφεται τοὺς Σαδδουκαίους καὶ τοὺς Φαρισαίους. Βαπτίζεται ὁ Χριστός, καὶ πειράζεται ὑπὸ τοῦ Σατανᾶ. Εἶτα ἦλθεν εἰς Καπερναούμ, παραδοὺς τοῦ Ἰωάννου. Καλεῖ τοὺς περὶ Πέτρου καὶ Ἰάκωβον. Θεραπεύει πολλούς, κάθηται εἰς τὸ ὄρος, καὶ λέγει τοὺς μακαρισμούς, καὶ ἐπάγει· « Ὑμεῖς ἐστε τὸ ἅλις, » καὶ, « Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. » Παραίνει αὐτοὺς περὶ βίου. Εἶτα ἐπιτείνει τὰς ἐν τῷ νόμῳ ἐντολὰς, ἔνθα καὶ περὶ τοῦ δεξίου ὀφθαλμοῦ λέγει, καὶ περὶ κενοδοξίας, καὶ περὶ φιλοχρηματίας, καὶ τοῦ μὴ μεριμνᾶν περὶ τροφῆς, καὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. Εἶτα φησι· « Μὴ βάλητε τοὺς μαργαρίτας ἐμπροσθεν τῶν χοίρων. » Προτροπή περὶ τοῦ αἰτεῖσθαι· παραβολὴ περὶ τοῦ αὐτοῦ· περὶ τῆς στενῆς ὁδοῦ, καὶ περὶ ψευδοπροφητῶν, καὶ τῶν φυλασσόντων τὰς ἐντολὰς. Ἐνθα ἡ παραβολὴ τῆς ἐπὶ τὴν πέτραν οἰκοδομηθείσης οἰκίας. Κατέρχεται ἀπὸ τοῦ ὄρους, καὶ θεραπεύει τὸν λεπρὸν, καὶ τὸν τοῦ ἐκατοντάρχου, καὶ τὴν πενθερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ὁ γραμματεύς C καλεῖται ἀκολουθῆσαι, καὶ ὁ μαθητὴς ἀναχάκεται. Παῦει τὸν χειμῶνα τῆς θαλάσσης. Οἱ δαίμονες εἰς τοὺς χοίρους ἐμπίπτουσιν. Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν ἰδίαν πόλιν· θεραπεύει τὸν παραλυτικόν· καλεῖ τὸν Ματθαῖον. Ἐγκαλοῦσιν οἱ Φαρισαῖοι, ὅτι μετὰ τελωνῶν ἐσθίει, καὶ οἱ μαθηταὶ Ἰωάννου, ὅτι οὐ νηστεύουσιν οἱ μαθηταὶ αὐτοῦ. Παραγίνεται ὁ ἄρχων διὰ τὸ θυγάτριον, καὶ ἀνίστησι τὴν κόρην· καὶ μεταξὺ ἡ αἱμορροοῦσα ἰάται. Δυὸ τυφλοὶ θεραπεύονται, καὶ χωλὸς δαιμονιζόμενος. Περιάγει τὰς κώμας ὁ Ἰησοῦς. Ἀποστέλλει τοὺς μαθητὰς κηρύξαι, καὶ πολλὰ αὐτοὺς διαλέγεται. Ἀποστέλλει πρὸς αὐτὸν δύο τῶν μαθητῶν Ἰωάννης, ἐγκωμιάζεται. Ἐγκαλεῖ τοῖς ὄχλοις περὶ Ἰωάννου ὁ Χριστός. Ὀνειδίζει τὰς πό- D λεις. Ἐξομολογεῖται τῷ Πατρὶ. Καλεῖ τοὺς πεφορτιωμένους. Διζδαίνει διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηραν ἔχοντα χεῖρα. Καὶ βουλεύονται Ἰουδαῖοι ἀνεῖλαι αὐτόν. Ἀναχωρήσαντες ἐκεῖθεν, ἀκολουθεῖ ὁ ὄχλος, καὶ θεραπεύεται. Ὁμοίως καὶ ὁ δαιμονιζόμενος τυφλὸς καὶ χωλός. Τότε λέγουσιν οἱ Ἰουδαῖοι· « Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. » Εἶτα σημεῖον αἰτοῦσιν· ὁ δὲ ἔδωκε τὸν Ἰωνᾶ. Προεῖπεν, ὅτι Νινευῖται κατακρινούσιν αὐτούς. Τότε λέγει· « Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, ζητοῦν ἀνάπαυσιν. » Εἶτα ἡ μήτηρ ζητεῖ λαλῆσαι αὐτῷ. Ἐμβὰς εἰς τὸ πλοῖον λέγει τὴν παραβολὴν

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
