# Synopsis Scripturae Sacrae [Sp.] 203.57

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 203.57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/203.57
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/203.57

πλησίον τὰ ἁμαρτήματα. Ἐπανέρχεται εἰς τὴν πόλιν. A Ἐρωτῶσιν οἱ Ἰουδαῖοι, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Ἐρωτᾷ αὐτοὺς περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέγει τὰ κατὰ τὸν ἀμπελῶνα καὶ τοὺς πονηροὺς γεωργούς. Εἶτα περὶ τοῦ χρένου· εἶτα περὶ τῶν ἑπτὰ ἀδελφῶν. Ἐρωτᾷ ὁ γραμματεύς, ποία ἐντολὴ πρώτη καὶ μαθὼν ἀποδύεται. Ἐρωτᾷ ὁ Χριστὸς περὶ ἑαυτοῦ. Εἶτα κατὰ τῶν Φαρισαίων διαλέγεται, καὶ περὶ τῶν δύο δηναρίων τῆς χήρας. Ἐξερχόμενος ἀπὸ τοῦ ἱεροῦ, λέγει περὶ τῆς καταστροφῆς αὐτοῦ. Ἐρωτῶσιν οἱ μαθηταὶ περὶ τοῦ χρόνου, καὶ πολλὰ αὐτοῖς προλέγει. Ἦλθεν εἰς Βηθανίαν πρὸς Σίμωνα τὸν λεπρόν. Ἔκει τὸ μύρον ἐχέεται. Συντίθεται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Πέμπονται ἑτοιμάσαι τὸ πάσχα οἱ μαθηταί. Ἐλέγχει τὸν Ἰούδαν. Παραδίδωσι τὰ μυστήρια. Ἐξέρχεται εἰς τὴν ἐλαΐαν. Προλέγει τοῖς μαθηταῖς, ὅτι σκανδαλισθήσονται, καὶ τῷ Πέτρῳ, ὅτι ἀρνήσεται. Προσεύχεται τῷ Πατρὶ· εἶτα συλλαμβάνεται. Τέμνει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Φεύγει ὁ νεανίσκος γυμνός. Ἄγεται πρὸς Καῖφαρ ὁ Ἰησοῦς. Καταμαρτυροῦσιν αὐτοῦ. Ὁμολογεῖ ἑαυτὸν Υἱὸν Θεοῦ. Ἀρνεῖται Πέτρος. Ἄγεται πρὸς Πιλᾶτον ὁ Ἰησοῦς· σταυροῦται. Ἦν ἐκεῖ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ ἡ Μαγδαληνή, καὶ Σαλώμη. Λαμβάνει ὁ Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθον αἱ γυναῖκες μετὰ τὸ Σάββατον, ἀρώματα φέρουσαι. Εἶδον τὸ ἄγγελον ἐν τῷ μνημείῳ, καὶ ἐφοβήθησαν. Ἄναστὰς ὁ Χριστὸς ὤφθη Μαρίᾳ, ἀφ’ ἧς τὰ ἑπτὰ δαιμόνια ἐξῆλθον. Ἐκείνη εἶπε τοῖς μαθηταῖς· οἱ δὲ ἠπίστησαν. Ἔπειτα ὤφθη τοῖς δυσὶν ἐν τῇ ὁδῷ, εἶτα τοῖς ἱα’· καὶ ὀνειδίζει τὴν ἀπίστιαν αὐτῶν. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν, καὶ βαπτίζειν, καὶ σημεῖα ποιεῖν. Εἶτα ἀνελήφθη.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
