# Synopsis Scripturae Sacrae [Sp.] 207.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 207.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/207.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/207.1

Ἰωάννου. Εἶτα ἡ παραβολὴ τοῦ ἀμπελῶνος, καὶ τῶν πονηρῶν γεωργῶν. Τὰ περὶ τοῦ χρίστου, καὶ τῆς γαμηλείας τοῖς ζ' ἀδελφοῖς. Εἶτα ἔρωξ' αὐτοὺς περὶ ἑαυτοῦ, πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαβὶδ εἶναι· καὶ περὶ πρωτοκαθεδρίας διαλέγεται. Βάλλει ἡ χήρα δύο δηνάρια. Περὶ τῆς καταστροφῆς τοῦ ναοῦ, περὶ τῶν μελλόντων προλέγει κακῶν. Συντίθεται Ἰούδας μετὰ τῶν Ἰουδαίων. Πέμπει τοὺς μαθητὰς ἐτοιμάσαι τὸ πάσχα. Ἐλέγχεται Ἰούδας μετὰ τὸ μυστήριον. Φιλονεικία τῶν μαθητῶν περὶ πρωτείων. Εἶτα πρὸς τὸν Σίμωνα φησίν· « Ἰδοὺ ὁ Σατανᾶς ἐξητήσατο ὑμᾶς » καὶ προλέγει αὐτῷ τὴν ἀρνήσιν, καὶ παρακελεύεται τοὺς μαθητὰς βατάζειν βαλάντιον. Εἶτα συλλαμβάνεται. Ἀρνεῖται Πέτρος. Τύπτεται ὁ Ἰησοῦς ὑπὸ τῶν Ἰουδαίων. Ἐρωτᾶται, εἰ αὐτὸς εἶν ὁ Χριστός, καὶ ἀποκρίνεται. Ἄγεται πρὸς τὸν Πιλᾶτον, καὶ πέμπεται πρὸς τὸν Ἡρώδην. Εἶτα πρὸς τὸν Πιλᾶτον ἄγεται. Παραδίδεται σταυρωθῆναι· ἀκολουθεῖ ὄχλος· πρὸς τὰς γυναῖκας διαλέγεται περὶ τῶν μελλόντων κακῶν. Σταυροῦται. Θάπτει Ἰωσὴφ τὸ σῶμα. Φέρουσι αἱ γυναῖκες ἀρώματα εἰς τὸν τάφον, καὶ οὐχ ἔχρον οὐδένα. Μανθάνουσι παρὰ τῶν δύο ἀγγέλων, ὅτι ἀνέστη. Ἀπαγγέλλουσι τοῖς μαθηταῖς. Οὐ δὲ πίπτουσιν. Ἔδραμε Πέτρος εἰς τὸ μνημεῖον, καὶ εὑρεν οὕτως. Τότε φαίνεται τοῖς δύο ὁδοιποροῦσιν. Ὑποστρέψαντες οὖτοι, ἤκουσαν, ὅτι ὤφθη Σίμωνι. Εἶτα ἔστη ἀθρόως ἐν μέσῳ αὐτῶν· οἱ δὲ ἐπτοήθησαν. Ἔδειξεν αὐτοῖς τοὺς

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
