# Synopsis Scripturae Sacrae [Sp.] 208.37-209.16

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 208.37 to 209.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/208.37
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/208.37

λήμενος εἰς τὴν Ἰουδαίαν ἐλθεῖν, ἐκκλῦσιν οἱ μαθηταί. Ἦλθεν εἰς Βηθανίαν· ἀνέστησε τὸν Λάζαρον. Πάλιν ἐβουλεύοντο οἱ Ἰουδαῖοι ἀνελεῖν τὸν Ἰησοῦν. Εἶτα Καῖφας προφητεύει. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν ἑρημον Ἐφραΐμ. Εἶτα οἱ Ἰουδαῖοι ἀμφέβαλον, εἰ ἔρχεται εἰς τὴν ἑορτήν. Καὶ πρὸ ἕξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν. Τότε δεῖπνους αὐτὸν ἡλίουσεν ἡ Μαρία, καὶ ἀγανακτεῖ Ἰούδας. Ἐπιστομίζει αὐτὸν ὁ Ἰησοῦς. Ἦλθεν πρὸς αὐτὸν ἔχει οἱ Ἰουδαῖοι. Ὑπήντησαν αὐτῷ ἔχλοι· μετά βατῶν ἐρχομένοις εἰς Ἱεροσόλυμα, καὶ ὁμοῦμενοι εἰς ὁράτιον. Τότε ζητῶσιν οἱ Ἕλληνες ἰδεῖν αὐτόν. Τότε λέγει τὴν παραβολὴν τοῦ κόκκου τοῦ σίτου καὶ περὶ τῶν φοβουμένων τὸν θάνατον. Εἶτα ἐπάγει· Πάτερ, δόξασόν σου τὸν Υἱόν· καὶ φωνὴ ἐγένετο ἐκ τοῦ οὐρανοῦ. Ἐνόμισεν ὁ ὄχλος βροντὴν γεγονέναι. Εἶτα προλέγει αὐτοῖς τὸν τρόπον τοῦ θανάτου, καὶ προτρέπεται πρὸς τὸ πιστεύσαι· οἱ δὲ ἠπίστων, ἵνα, φησίν, ὁ λόγος Ἠσαΐου πληρωθῇ. Νίπτει τοὺς μαθητάς· ἐλέγχει τὸν Ἰούδαν· καὶ λαβὼν ἐκεῖνος τὸ ψῶμιον ἐξῆλθεν ἐν νυκτί. Εἶτα διαλέγεται τοῖς μαθηταῖς ὁ Ἰησοῦς. Ἐντέλλεται αὐτοῖς περὶ ἀγάπης. Προλέγει τῷ Πέτρῳ τὴν ἀρνησίαν. Φίλιππος ἀξιοῖ ἰδεῖν τὸν Πατέρα. Περὶ τοῦ Παρακλήτου αὐτοῖς προλέγει· ἕτερα πολλά διαλέγεται, καὶ κατηγορεῖ τῶν Ἰουδαίων. Θλίψιν προλέγει τοῖς μαθηταῖς, εἶτα πάλιν χρηστά, καὶ πάλιν λυπηρά. Πρὸς τὸν Πατέρα διαλέγεται. Εἶτα ἔρχεται εἰς τὸν κῆπον, καὶ συλλαμβάνεται. Κόπτει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Ἄγουσι τὸν Ἰησοῦν πρὸς τὸν Ἄνναν. Εἰσάγει ὁ μαθητὴς τὸν Πέτρον εἰς τὴν αὐλὴν. Τύπτει τὸν Ἰησοῦν ὁ ὑπηρέτης· λέγει αὐτῷ· « Εἰ κακῶς ἐλάλησα, » καὶ τὰ ἕξης. Ἀποστέλλουσιν αὐτὸν πρὸς Καϊάφαν. Ἀρνεῖται Πέτρος. Ἄγεται ὁ Ἰησοῦς πρὸς Πιλᾶτον. Σταυροῦται, καὶ τὸν τίτλον ἐπιτιθέασιν. Εἱστήκεισαν παρὰ τῷ σταυρῷ ἡ μήτηρ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία, ἡ τοῦ Κλεοπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Τότε παρατίθεται τὴν μήτερα τῷ Ἰωάννῃ. Θάπτει αὐτὸς Νικόδημος. μὲς φέρει ἄλῃς καὶ σμύρνης λίτρας (52) ἑκατόν. Ἦλθε Μαρία ἡ Μαγδαληνή, βλέπει τὸν τάφον κενόν· καλεῖ

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
