# Synopsis Scripturae Sacrae [Sp.] 209.19-53

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 209.19 to 209.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/209.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/209.19

τὸν Πέτρον καὶ τὸν Ἰωάννην. Οἱ δὲ ἀπήλθον, καὶ πάλιν ἀνεχώρησαν. Βλέπει τοὺς ἀγγέλους ἡ Μαρία, εἶτα τὸν Ἰησοῦν, καὶ διαλέγεται αὐτῇ. Εἶτα ἐπέστη τοῖς μαθηταῖς κεκλεισμένων τῶν θυρῶν, καὶ ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον. Εἶτα τῷ Θωμᾷ διαλέγεται ἀπιστή- σαντι. Εἶτα πάλιν ὤφθη τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· οἱ δὲ ἔλαβον πλῆθος ἰχθύων, καὶ ἔφαγε μετ' αὐτῶν. Εἶτα ἐπιτάττει τῷ Πέτρῳ ποιμαίνειν τὰ πρόβατα, καὶ προλέγει αὐτῷ, πῶς θανάτῳ ἀποθανεῖται, καὶ κελεύει ἀκολουθῆσαι αὐτῷ. Bιβλίον ε', Πράξεις τῶν ἀποστόλων. 51. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὰς πράξεις ὁμοῦ τῶν ἀποστόλων περιέχει. Ὁ δὲ διηγούμενος ταύτας ἐστὶ Λουκᾶς ὁ εὐαγγελιστής, ὁ καὶ τοῦτο τὸ βιβλίον συγγράψας. Συνapeθήμεν γὰρ τοῖς τε ἄλλοις ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς, γράφει. Διηγεῖται δὲ ἐν αὐτῷ πῶς, ἀγγέλων ὑπολαβόντων, ἀνελήφθη ὁ Κύριος, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐκχύσιν γενομένην ἐν τῇ Πεντηκοστῇ ἐπὶ τε τοὺς ἀποστόλους καὶ πάντας τοὺς τότε παρόντας· τὴν τε κατάστασιν τοῦ Μαθθίου ἀντὶ Ἰούδα τοῦ προδότου, καὶ τὴν προεῖρσιν τῶν ἑ διακόνων, καὶ τὴν ἐκλογὴν τοῦ Παύλου, καὶ ὅσα ἔπαθε, καὶ τέλος τὴν εἰς Ῥώμην ἀποδημίαν αὐτοῦ. Τῶν μὲν οὖν δώδεκα ἀποστόλων τὰ ὀνόματα ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου, καὶ Φίλιππος, καὶ Θωμᾶς, Βαρθολομαῖος, Μαθθᾶιος, Ἰάκωβος Ἀλφαίου, Σίμων ὁ ζηλωτής, Ἰούδας Ἰακώβου, ὁ καὶ Θαδδαῖος, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδὼν τὸν Κύριον. Ἄλλὰ τοῦ Ἰούδα τούτου, προδότου γενομένου, καὶ ἀπολομένου, κατασταθὴν εἰς τὸν ἐκεῖνον τόπον ὑπὸ τῶν ἀποστόλων Μαθθίας, καὶ συγκατριθμηθὴν τοῖς ἑνδεκα δωδέκατος. Μετὰ δὲ ταῦτα ἐκλήθη καὶ ὁ Παῦλος, σκεῦος ἐκλογῆς, καὶ ἀπεστάλη καὶ αὐτὸς μετὰ Βαρνάβα εὐαγγελίσασθαι τὸν Κύριον τοῖς ἔθνεσι πανταχοῦ.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
