# Synopsis Scripturae Sacrae [Sp.] 209.56

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 209.56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/209.56
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/209.56

Ἐστὶ δὲ καὶ τῶν κατασταθέντων παρὰ τῶν A ἀποστόλων ἐπὶ διακόνων τὰ ὀνόματα ταῦτα · Στέφανος, Φιλίππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμανὴς, καὶ Νικόλαος. Τούτων οὖν τῶν ἀποστόλων καὶ τῶν διακόνων τὰς πράξεις διηγείται ὁ Λουκᾶς, καὶ σημεῖα παρ’ αὐτῶν γεγενημένα, ἅπερ εἰσὶ ταῦτα· Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνόματι Κυρίου τὸν ἐκ γενετῆς χωλόν, τὸν ἐν τῇ Ὁραίᾳ πύλῃ καθημένον. Πέτρος Ἀνανίαν καὶ Σαπφείραν τὴν γυναῖκα αὐτοῦ ἤλεγε, νοσφισαμένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, καὶ τῆς ἐπαγγελίας τῆς εἰς τὸν Θεόν, καὶ γενοῦσι παραχρῆμα νεκροί. Πέτρος ἐν Ἰόππῃ τὴν ἀποθανοῦσαν Δορκάδα εὐχόμενος ἤγειρεν ἐκ νεκρῶν. Πέτρος τὸ ἐξ οὐρανοῦ σκεῦος καθεῖμενον πλήρες παντὸς ζῴου ἑώρακε. Πέτρου ἡ σκιά ἐρχομένη ἐπὶ τοὺς ἀσθενοῦντας ἐθεράπευεν αὐτούς. Πέτρος B στρωμένος καὶ δεδεμένος ἐν τῇ φυλακῇ ὑπὸ ἄγγέλου ἀπελύθη, μὴ εἰδόντων τῶν στρατιωτῶν. Καὶ ὁ Ἡρῴδης σκολιχθρόωτος ἐξέψυχε. Στέφανος ἐποίησε τέρατα καὶ σημεῖα. Φίλιππος τὸν εὐνοῦχον ἐπέστησεν ἀναγιγνώσκοντα τὸν Ἠσαΐαν, καὶ ἐβάπτισεν αὐτόν. Ὁ αὐτὸς Φίλιππος ἐν Σαμαρείᾳ πολλὰ πνεύματα ἐξέβαλε, καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθεραπεύθησαν ὑπ’ αὐτοῦ. Παῦλος, ἐγγίζων τῇ Δαμασκῷ, εἰδὲν ὀπτασίαν, καὶ εὐθὺς γέγονεν εὐαγγελιστής. Παῦλος ἐν Ἀστραῖς Αἰνέαν, χωλὸν ἐκ γενετῆς ὄντα, ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. Παῦλος τὴν γυναῖκα τὴν ἔχουσαν πνεῦμα Πύθονος ἐκάθαρσε. Παῦλος καὶ Σίλας ἐν Φιλίπποις εἰς φυλακὴν ἐνλήθησαν, καὶ ἁφαλυσμένοις εἶχον τοὺς πόδας ἐν τῷ ξύλῳ. Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμὸς γέγονε, καὶ λελυται αὐτῶν τὰ δεσμά. Ἀπὸ τοῦ χρωτὸς Παύλου ἀπέρερον σουδάρι’ ἐπὶ τοὺς ἀσθενοῦντας καὶ δαιμονιζότας, καὶ ἐθεραπεύοντο. Παῦλος ἐν Τρωάδι πεσόντα Εὐτυχὸν ἀπὸ τῆς θυρίδος καὶ ἀποθανόντα ἤγειρε λέγων· « Ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. » Παῦλος ἐπετίμησεν ἐν Κύπρῳ τῷ μάγῳ Ἐλύμᾳ, καὶ ἐγένετο τυφλός. Παῦλος, πλέων ἐν Ῥώμῃ, ἐχειμάσθη αὐτὸς τε καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἐπὶ νυχθήμερα ἰθ’. Πάντων τε προσδοκούντων ἀποθανεῖν, ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ, ὅτι « Διὰ σὲ κεχάρισμαι τούτοις τὸ ζῆν, » καὶ ἐσώθησαν. Ἐξελθόντα τὸν Παῦλον ἀπὸ τοῦ πλοίου ἔχιδνα ἔδαξε, καὶ οἱ μὲν πάντες ἐνόμιζον αὐτὸν γίνεσθαι νεκρόν· ὡς δὲ ἀπαθῶς διέμεινε, ἐνόμισαν αὐτὸν εἶναι θεόν. Τὸν πατέρα Πουπλίου ἐν τῇ νήσῳ δυσεντερία συνεχόμενον χειροθετήσας ἴασατο ὁ Παῦλος, καὶ ἄλλους πολλοὺς ἀσθενοῦντας ἐν τῇ νήσῳ ἐθεράπευσεν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
