# Synopsis Scripturae Sacrae [Sp.] 219.1

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 219.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/219.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/219.1

A Ἐράτη, πάλιν καὶ αὐτὴ πρὸς Θεσσαλονικείς. 67. Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Τινὲς ἐν Θεσσαλονίκῃ ἀργοὶ καὶ ἀτακτοὶ περιερχόμενοι τοὺς ἀδελφοὺς ὑπέτραπεζον, ὡς ἤδη τῆς παρουσίας τοῦ Κυρίου ἐνιστατέρας. Ὑπέτραπεζον δὲ τοὺς ἀκούοντας, ὡς τοῦ Ἀποστόλου τοῦτο δηλοῦντος, καὶ ὑπὸ Πνεύματος ἀκούσαντες. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος γράφει τὴν Ἐπιστολὴν. Καὶ πρῶτον μὲν ἀποδύσεται τὴν πίστιν αὐτῶν αὐξάνουσαν, καὶ ὑπ’ ἐν αὐτοῖς· ἔχαιγάτω, τὰς ὀλιγίας γενναίως ὑποφέρουσι διὰ τὸν Χριστὸν· καὶ παραμυθεῖται δὲ αὐτούς, ὡς ἐσομένης ἐκδικίας παρὰ τοῦ Θεοῦ κατὰ τῶν ἀδικοῦντων. Ἔπειτα δὲ καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος διδάσκει, μηδενὶ αὐτῶν πειθεσθαι, μηδὲ θροεῖσθαι, μήτε διὰ Πνεύματος, μήτε ὡς αὐτοῦ γράφοντος, μηδὲ ὅλως νομίζειν ἤδη παρεῖναι αὐτήν, μηδέ πρότερον ἔσεσθαι ταύτην, ἐὰν μὴ ἡ ἀποστασία πρότερον ἔλθῃ, καὶ μετ’ αὐτὴν ὁ Ἀντίχριστος, ὁ υἱὸς τῆς ἀπωλείας, ὃς τὴν παρουσίαν ἐν σημείοις καὶ τέρασιν ψευδεῖσι κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἔσεσθαι σημαίνει. Εἶτα πειρανένας αὐτοὺς στέκειν γενναίως, καὶ κρατεῖν τὰς παραδόσεις, ὡς ἐδιδάχθησαν παρ’ αὐτοῦ, παραγγέλλει ἡμέραις κοινωνίαν ἔχειν μετὰ τῶν ἀτάκτων, ἀλλὰ καὶ ἀποβάλλειν αὐτούς. Εἶναι γὰρ καὶ περιέργους καὶ πλάνους ἐδήλωσε τοὺς τοιούτους. Καὶ καθὅλου δὲ παραγγέλλει τὸν μὴ ὑπακούοντα τοῖς λόγοις αὐτοῦ, τοῦτον ἀποσυνάγωγον γίνεσθαι. Καὶ λοιπὸν ὑπευξάμενος αὐτοῖς εἰρήνην, τελειοῖ τὴν Ἐπιστολήν, τὸν ἀσπασμὸν τῇ ἰδίᾳ χειρὶ γράφας, ὅπερ σημεῖον εἶναι πάσης Ἐπιστολῆς οἰκείας δεδηλώκεν.

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
