# Synopsis Scripturae Sacrae [Sp.] 223.9-224.8

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.], 223.9 to 224.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/223.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/synopsis-scripturae-sacrae-sp/223.9

Τὸ μὲν οὖν κατὰ Ματθαῖον Εὐαγγέλιον ἐγράφη ὑπ' αὐτοῦ τοῦ Ματθαίου τῇ Ἑβραϊδὶ διαλέκτῳ, καὶ ἐξέδοθη ἐν Ἱερουσαλὴμ, ἑρμηνευθὲν δὲ ὑπὸ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτοὺς ἐχειροτονήθη ἐπίσκοπος ὑπὸ τῶν ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις. Τὸ δὲ κατὰ Μᾶρκον Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου, ἐν Ῥώμῃ (34), ἐξεδόθη δὲ ὑπὸ Μάρκου τοῦ μακαρίου ἀποστόλου, καὶ ἐκηρύχθη ὑπ’ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Πενταπόλει, καὶ Λιβύῃ. Τὸ δὲ κατὰ Λουκᾶν Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Παύλου τοῦ ἀποστόλου, συνεγράφη δὲ καὶ ἐξἐδόθη ὑπὸ Λουκᾶ τοῦ μακαρίου ἀποστόλου καὶ ἰατροῦ · ὡςπερ καὶ Πράξεις τῶν ἀποστόλων ὑπηγόρευσε μὲν ὁμοίως Πέτρος ὁ ἀπόστολος, συνεγράφητο δὲ ὁ αὐτὸς Λουκᾶς. Τὸ δὲ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπηγορεύθη τε ὑπ’ αὐτοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ ἠγαπημένου, ὄντος ἐξορίστου ἐν Πάτμῳ τῇ νήσῳ, καὶ ὑπὸ τοῦ αὐτοῦ ἐξεδόθη ἐν Ἐφέσῳ, διὰ Γαίου τοῦ ἀγαπητοῦ καὶ ξενδόχου τῶν ἀποστόλων, περὶ οὗ καὶ Παῦλος Ῥωμαίοις γράφων φησί· « Ἀσπάζεται ὑμᾶς Γάιος ὁ ξένος μου καὶ ὅλης τῆς Ἐκκλησίας (35). » Ποῖαι καὶ πόσαι παραδόσεις εἰσὶ τῆς θείας Γραφῆς, εἰτε οὖν ἀπὸ Ἑβραϊκοῦ εἰς τὸ Ἑλληνικὸν (36) ἐρμηνεῖαι, καὶ τίνες οἱ ταύτην ἐρμηνεύσαντες, καὶ πότε. 77. Πρώτη ἐστὶν ἡ τῶν σβ’ ἐρμηνευτῶν. Οὗτοι, Ἑβραῖοι ὄντες (37), ἐξέληξαν ἀπὸ ἑκάστης φυλῆς ἑξ, καὶ ἠρμήνευσαν τὴν θείαν Γραφὴν ἐπὶ Πτολεμαίου βασιλέως (38) τοῦ Φιλαδέλφου πρὸ διακοσίων τριάκοντα ἐνιαυτῶν τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δευτέρα ἐστὶν ἡ τοῦ Ἀκύλα. Οὗτος ἀπὸ Σινώπης τοῦ Πόντου ὑπάρχων, καὶ Ἕλλην ὢν, ἐβαπτίσθη ἐν Ἱεροσολύμοις (39). Καὶ πάλιν τῶν Χριστιανισμῶν ἀθετήσας, καὶ τοῖς Ἰουδαίοις προσδράμων, ἠρμήνευσε τὴν θείαν Γραφὴν διεστραμμένῳ λογισμῷ ἐπὶ Ἀδριανοῦ βασιλέως τοῦ λεπτοθέντος μετὰ τὰ’ ἔτη τῆς τῶν σβ’ ἐρμηνείας. Τρίτη ἐρμηνεία ἐστὶν ἡ τοῦ Συμμάχου. Οὗτος Σαμαρεῖτης ὢν, καὶ μὴ τιμῶμενος ὑπὸ τοῦ ἰδίου λαοῦ, ὡς φιλαρχίαν νοσῶν, τοῖς Ἰουδαίοις προστρέχει (40),

---

Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000570.
