# Tomus ad Antiochenos 10.3

Athanasius Alexandrinus, Tomus ad Antiochenos, Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/tomus-ad-antiochenos/10.3

Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ρωμαϊστί, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ’ ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων καὶ αὐτὸς συγκατεθέμην, οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ θεοῦ υἱὸς καὶ ἄνθρωπος γέγονεν ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ μήτε εἶναι προκομιστέον. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι.

---

Athanasius Alexandrinus, Tomus ad Antiochenos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg139.local001/.
