# Tomus ad Antiochenos 11.2

Athanasius Alexandrinus, Tomus ad Antiochenos, Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/tomus-ad-antiochenos/11.2

ἐγὼ Παυλῖνος οὕτως φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν πατέρων· ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστηκὸς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας καὶ τοὺς φρονοῦντας οὕτως. εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι’ ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην ὁ λόγος σὰρξ ἐγένετο , οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ’ ὅτι ἄνθρωπος δι’ ἡμᾶς γέγονεν ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ τοῦ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ· οὔτε γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι’ ἡμᾶς γενομένου ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα . ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ πατρὸς καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα δι’ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις.

---

Athanasius Alexandrinus, Tomus ad Antiochenos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg139.local001/.
