# Tomus ad Antiochenos 5.4

Athanasius Alexandrinus, Tomus ad Antiochenos, Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/tomus-ad-antiochenos/5.4

ἐρωτώντων δὲ ἡμῶν αὐτούς πῶς οὖν ταῦτα λέγετε ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθε λέξεσιν ἀπεκρίναντο διὰ τὸ εἰς ἁγίαν τριάδα πιστεύειν οὐκ ὀνόματι τριάδα μόνον, ἀλλ’ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα καὶ υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα καὶ πνεῦμα ἅγιον ἀληθῶς ὑφεστηκὸς καὶ ὑπάρχον, οἴδαμεν μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς μήτε ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων ἢ φρονούντων, ἀλλ’ εἰδέναι ἁγίαν μὲν τριάδα μίαν δὲ θεότητα καὶ μίαν ἀρχὴν καὶ υἱὸν μὲν ὁμοούσιον τῷ πατρί, ὡς εἶπον οἱ πατέρες, τὸ δὲ ἅγιον πνεῦμα οὐ κτίσμα οὐδὲ ξένον, ἀλλ’ ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ υἱοῦ καὶ τοῦ πατρός.

---

Athanasius Alexandrinus, Tomus ad Antiochenos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg139.local001/.
