Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 9
Athanasius Alexandrinus, Tomus ad Antiochenos 9.3
Not analysed yet
προσαγορεύετε πάντας τοὺς σὺν ὑμῖν ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἔρρωσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν τῷ κυρίῳ εὔχομαι ἐγώ τε Ἀθανάσιος. ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου διάκονοι δύο, Ἑρέννιος καὶ Ἀγαπητός, παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. παρῆσαν δὲ καί τινες Ἀπολιναρίου τοῦ ἐπισκόπου μονάζοντες παρ’ αὐτοῦ εἰς τοῦτο πεμφθέντες.