# Vitae Monasticae Institutio [Sp.] 433.1

Athanasius Alexandrinus, Vitae Monasticae Institutio [Sp.], 433.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/vitae-monasticae-institutio-sp/433.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/vitae-monasticae-institutio-sp/433.1

2 Ὅρα μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων· κρεῖττον γὰρ λόγος ἀγαθὸς ὑπὲρ δόμα· ἔστι γὰρ καὶ αὕτη ἀπάτη τοῦ πονηροῦ πρὸς κενοβοξίαν πολλάκις καὶ εἰς πολυπραγμοσύνης αἰτίαν ἐμβάλλουσα τὸν νοῦν. Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς πολλὰ ἔχειν ἱμάτια· ἀλλὰ τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος μόνα προνοοῦ. Ἐὰν δέη τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ’ ἑτέρων σοι προσφερόμενα λαβεῖν· τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουμένῳ· οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖται βούλεται. Ἔχων τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρὸν, οἷον ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ μὴν ἐνεστῶτος καιροῦ· αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα. Ἀλλὰ μᾶλλον ζήτει μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν. Τῆς ἑαυτοῦ ὠφελείας πάντοτε φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων· ἢ μόνος οἴκει, ἢ μετὰ ἀνθρώπων ἀϋλων καὶ ὁμοφράνων· ὁ γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ τῶν σκανδάλων, γονικαῖς μερίμναις, συγγενικαῖς φιλίαις. Ἀλλὰ γὰρ τῆς πρὸς τούτους συντυχίας πάραιτο, μήποτέ σε ἀπολέσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν.

---

Athanasius Alexandrinus, Vitae Monasticae Institutio [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000576.
