Ancient Greek · ~3 min
Book 1
Athenaeus, Δειπνοσοφισταί 1.7
Not analysed yet
ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δ’ ἄλλοι Ὀψοποιίᾳ —ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἡ ἀρχή (fr. 1 Ribb.) · ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ —φησί (fr. 61 R)· πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ. ἔστωσαν δ’ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν. ἀγνοεῖ δ’ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καὶ εἴκοσι ἦσαν. οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι, Ἀντιφάνης φησί (II 112 K), καὶ ἐπάγει· οὓς ἔδει τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν, βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. —