Ancient Greek · ~5 min
Book 10
Athenaeus, Δειπνοσοφισταί 10.42
Not analysed yet
φίλοινος δ’ ἐστὶν ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης. πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ ὁ τριγέρων· φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει ὁ Ἀχιλλεύς (Il. 1. 225). ὁ δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος· Il. 14. 1 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης. καὶ μόνου δὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετ᾽ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης, ἧς φησιν ὁ Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος (Il. 8. 192). οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν ᾧ λέγεται οὕτως (II 55 K)· εἶτ’ ἤδη δὸς φιάλην Ἄρεως, κατὰ Τιμόθεον (fr. 16), ξυστόν τε βέλος. ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ Νέστωρ καὶ παρ᾽ Ἀχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι (Il. 21. 616), οὐχ ὅτι καὶ οὐχὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ Ἀχιλλεύς (τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον) ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ Εὔμηλος λαμβάνει θώρακα (v. 560) δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.