Ancient Greek · ~3 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.22
Not analysed yet
ΑΓΚΥΛΗ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος (I 93 K)· πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς πίνουσ’ ἀπ’ ἀγκύλης, ἐπονομάζουσ’ ἅμα ἵησι λάταγας τῷ Κορινθίῳ πέει. καὶ Βακχυλίδης (fr. 24 B)· εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖς νεανίαις, λευκὸν ἀντείνουσα πῆχυν. ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ (fr. 179 N) ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα· ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ ἡ κύλιξ δὲ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.