Ancient Greek · ~1 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.29
Not analysed yet
ΒΙΚΟΣ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 9, 25)· ‘Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.’ ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην. ΒΟΜΒΥΛΙΟΣ, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· ‘οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ᾽ ἀπαλλαγήσονται, οἱ δ’ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος . . .’ ἐστὶ δὲ καὶ ζῷόν τι. ΒΡΟΜΙΑΔΕΣ, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.