Ancient Greek · ~2 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.35
Not analysed yet
ΕΛΕΦΑΣ. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι (III 348 K)· εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς, Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε ἐν Κυψέλοις Ἀδαῖος. μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ (p. 497a).