Ancient Greek · ~1 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.40
Not analysed yet
ΗΘΑΝΙΟΝ. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει (FHG I 66)· ‘Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκῆ καὶ κύαθος χαλκοῦς καὶ ἠθάνιον χάλκεον.’ ΗΜΙΤΟΜΟΣ ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις.