Ancient Greek · ~1 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.52
Not analysed yet
ΚΕΡΝΟΣ ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γʹ περὶ Βωμῶν καὶ Θυσιῶν.