Ancient Greek · ~2 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.54
Not analysed yet
ΚΙΒΩΡΙΟΝ. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι (FHG IV 417) τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν ἐνεούρησε. Δίδυμος δέ φησι (p. 75 Schm) ποτηρίου εἶδος εἶναι, καὶ τάχ’ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια.