Ancient Greek · ~2 min
Book 11
Athenaeus, Δειπνοσοφισταί 11.93
Not analysed yet
ΠΛΗΜΟΧΟΗ σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ, ὃ κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος. χρῶνται δὲ αὐτῷ ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπ’ αὐτοῦ προσαγορεύουσι Πλημοχόας· ἐν ᾗ δύο πλημοχόας πληρώσαντες τὴν μὲν πρὸς ἀνατολάς, τὴν δὲ πρὸς δύσιν . . . . ἀνιστάμενοι ἀνατρέπουσίν τε ἐπιλέγοντες ῥῆσιν μυστικήν. μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης (fr. 592 N), λέγων οὕτως· ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν. ΠΡΙΣΤΙΣ ὅτι ποτηρίου εἶδος προείρηται ἐν τῷ περὶ τοῦ βατιακίου λόγῳ (c. 27).