Ancient Greek · ~3 min
11.95 to 11.96
Athenaeus, Δειπνοσοφισταί 11.95-96
Not analysed yet
ΡΕΟΝΤΑ. οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ’ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως (fr. 3 N)· κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο, φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία, ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος. ΡΥΣΙΣ φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις (I 52, 124 K)· ῥυσίδι σπένδων. ΡΟΔΙΑΣ. Δίφιλος Αἱρησιτείχει (τὸ δὲ δρᾶμα τοῦτο Καλλίμαχος (fr. 100 d Schn) ἐπιγράφει Εὐνοῦχον) λέγει δὲ οὕτως (II 542 K)· πιεῖν δ’ ἔτι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν. μνημονεύει αὐτῶν καὶ Διώξιππος ἐν Φιλαργύρῳ (cf. p. 472 b) καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Μέθης (cf. p. 464 c) Λυγκεύς τε ὁ Σάμιος ἐν ταῖς Ἐπιστολαῖς (cf. p. 469 b).