Ancient Greek · ~1 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.58
Not analysed yet
ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν (Od. 5. 72)· ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου. σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. —