Ancient Greek · ~1 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.61
Not analysed yet
ΑΚΑΛΗΦΗ. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον. Ἀριστοφάνης Φοινίσσαις (I 534 K)· ‘πρῶτον πάντων ἴφυα φῦναι, εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.’