Ancient Greek · ~2 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.69
Not analysed yet
ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος (p. 237 L)· ‘ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν (p. 240)· ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες. ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.