Ancient Greek · ~1 min
Book 2
Athenaeus, Δειπνοσοφισταί 2.75
Not analysed yet
ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)· ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου. Φερεκράτης (I 197 K)· ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ. Σοφοκλῆς Τριπτολέμῳ (fr. 545 N)· τοῦ ταριχηροῦ γάρου. Πλάτων (I 656 K)· ἐν σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με. ὅτι δ’ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών (fr. 55 N)· καὶ τὸν ἰχθύων γάρον.