Ancient Greek · ~2 min
Book 3
Athenaeus, Δειπνοσοφισταί 3.18
Not analysed yet
ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν (I 167 K). Ἀριστοφάνης δ’ ἐν Προαγῶνι (I 511 K)· κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ᾽, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας. καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι (II 211 K)· νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας. Νικοφῶν δ’ ἐν Σειρῆσιν (I 777 K)· ἐὰν δέ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου· κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.