Ancient Greek · ~2 min
Book 6
Athenaeus, Δειπνοσοφισταί 6.33
Not analysed yet
καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν (II 43 K)· ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ· πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.