Ancient Greek · ~3 min
7.111 to 7.112
Athenaeus, Δειπνοσοφισταί 7.111-112
Not analysed yet
ΡΑΦΙΔΕΣ. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων (p. 234 L)· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων ‘βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.’ Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 11) βελόνην αὐτὴν καλεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων (p. 296 R) ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι. καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ. ΡΙΝΗ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν (fr. 54 R)· καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.