Ancient Greek · ~1 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.129
Not analysed yet
ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν (fr. 20 B)· ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ (fr. 9 R)· καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.