Ancient Greek · ~3 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.132
Not analysed yet
ΥΚΑΙ. τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων (fr. 72 Sch)· θεὸς δέ οἱ ἱερὸς ὕκης. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δ’ ἐν τῇ ιγʹ τῶν ἱστοριῶν (FHG I 220) περὶ τοῦ Σικελικοῦ πολιχνίου (λέγω δὲ τῶν Ὑκάρων) διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος (FHG III 52) ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι (fr. 17 Bgk)· οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.