Ancient Greek · ~3 min
7.134 to 7.135
Athenaeus, Δειπνοσοφισταί 7.134-135
Not analysed yet
ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 10 B)· χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον. μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι. ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων (p. 232 L)· καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον ἰχθύων πάντων ἄριστος. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 8 B)· ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν. καὶ Ἀρχέστρατος (fr. 46 R)· τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.